Theages
Plato (428–347 BC)
Plato's Theages in the Greek text edited by John Burnet.
Section 121
Section 122
Section 123
Section 124
ΘΕ. ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.
ΣΩ. οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;
ΘΕ. ναί, ἀλλʼ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.
ΣΩ. ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. ἦ γάρ;
ΘΕ. ναί.
ΣΩ. οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;
ΘΕ. ναί.
ΣΩ. ἀλλʼ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.
ΘΕ. ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.
ΣΩ. ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν;
ΘΕ. οὔκ, ἀλλὰ τούτων.
ΣΩ. τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;
ΘΕ. ναί.
ΣΩ. Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;
ΘΕ. ἔγωγε.
ΣΩ. οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;
ΘΕ. ναί.
ΣΩ. τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;
ΘΕ. ἔγωγε.
ΣΩ. Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων;
ΘΕ. πῶς γὰρ οὔ;
ΣΩ. εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;
ΘΕ. τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;
ΣΩ. ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;
ΘΕ. οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;
ΣΩ. οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;
ΘΕ. φαίνεται.
ΣΩ. οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;
ΘΕ. ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.