Statesman
Plato (428–347 BC)
Plato's Statesman in the Greek text edited by John Burnet, with Harold North Fowler's English translation.
Section 257
Section 258
Section 259
Section 260
Section 261
Section 262
Section 263
Section 264
Section 265
Section 266
Section 267
Section 268
Section 269
Section 270
Section 271
Section 272
Section 273
Section 274
Section 275
Section 276
Section 277
Section 278
Section 279
Section 280
Section 281
Section 282
Section 283
ΞΕ. ὅσα δέ γε αὖ τὴν μὲν συστροφὴν χαύνην λαμβάνει, τῇ δὲ τοῦ στήμονος ἐμπλέξει πρὸς τὴν τῆς γνάψεως ὁλκὴν ἐμμέτρως τὴν μαλακότητα ἴσχει, ταῦτʼ ἄρα κρόκην μὲν τὰ νηθέντα, τὴν δὲ ἐπιτεταγμένην αὐτοῖς εἶναι τέχνην τὴν κροκονητικὴν φῶμεν.
ΝΕ. ΣΩ. ὀρθότατα.
ΞΕ. καὶ μὴν τό γε τῆς ὑφαντικῆς μέρος ὃ προυθέμεθα, παντί που δῆλον ἤδη. τὸ γὰρ συγκριτικῆς τῆς ἐν ταλασιουργίᾳ μόριον ὅταν εὐθυπλοκίᾳ κρόκης καὶ στήμονος ἀπεργάζηται πλέγμα, τὸ μὲν πλεχθὲν σύμπαν ἐσθῆτα ἐρεᾶν, τὴν δʼ ἐπὶ τούτῳ τέχνην οὖσαν προσαγορεύομεν ὑφαντικήν.
ΝΕ. ΣΩ. ὀρθότατα.
ΞΕ. εἶεν· τί δή ποτε οὖν οὐκ εὐθὺς ἀπεκρινάμεθα πλεκτικὴν εἶναι κρόκης καὶ στήμονος ὑφαντικήν, ἀλλὰ περιήλθομεν ἐν κύκλῳ πάμπολλα διοριζόμενοι μάτην;
ΝΕ. ΣΩ. οὔκουν ἔμοιγε, ὦ ξένε, μάτην οὐδὲν τῶν ῥηθέντων ἔδοξε ῥηθῆναι.
ΞΕ. καὶ θαυμαστόν γε οὐδέν· ἀλλὰ τάχʼ ἄν, ὦ μακάριε, δόξειε. πρὸς δὴ τὸ νόσημα τὸ τοιοῦτον, ἂν ἄρα πολλάκις ὕστερον ἐπίῃ—θαυμαστὸν γὰρ οὐδέν—λόγον ἄκουσόν τινα προσήκοντα περὶ πάντων τῶν τοιούτων ῥηθῆναι.
ΝΕ. ΣΩ. λέγε μόνον.
ΞΕ. πρῶτον τοίνυν ἴδωμεν πᾶσαν τήν τε ὑπερβολὴν καὶ τὴν ἔλλειψιν, ἵνα κατὰ λόγον ἐπαινῶμεν καὶ ψέγωμεν τὰ μακρότερα τοῦ δέοντος ἑκάστοτε λεγόμενα καὶ τἀναντία περὶ τὰς τοιάσδε διατριβάς.
ΝΕ. ΣΩ. οὐκοῦν χρή.
ΞΕ. περὶ δὴ τούτων αὐτῶν ὁ λόγος ἡμῖν οἶμαι γιγνόμενος ὀρθῶς ἂν γίγνοιτο.
ΝΕ. ΣΩ. τίνων;
ΞΕ. μήκους τε πέρι καὶ βραχύτητος καὶ πάσης ὑπεροχῆς τε καὶ ἐλλείψεως· ἡ γάρ που μετρητικὴ περὶ πάντʼ ἐστὶ ταῦτα.
ΝΕ. ΣΩ. ναί.
ΞΕ. διέλωμεν τοίνυν αὐτὴν δύο μέρη· δεῖ γὰρ δὴ πρὸς ὃ νῦν σπεύδομεν.
ΝΕ. ΣΩ. λέγοις ἂν τὴν διαίρεσιν ὅπῃ.
ΞΕ. τῇδε· τὸ μὲν κατὰ τὴν πρὸς ἄλληλα μεγέθους καὶ σμικρότητος κοινωνίαν, τὸ δὲ κατὰ τὴν τῆς γενέσεως ἀναγκαίαν οὐσίαν.
ΝΕ. ΣΩ. πῶς λέγεις;
ΞΕ. ἆρʼ οὐ κατὰ φύσιν δοκεῖ σοι τὸ μεῖζον μηδενὸς ἑτέρου δεῖν μεῖζον λέγειν ἢ τοῦ ἐλάττονος, καὶ τοὔλαττον αὖ τοῦ μείζονος ἔλαττον, ἄλλου δὲ μηδενός;
ΝΕ. ΣΩ. ἔμοιγε.
ΞΕ. τί δέ; τὸ τὴν τοῦ μετρίου φύσιν ὑπερβάλλον καὶ ὑπερβαλλόμενον ὑπʼ αὐτῆς ἐν λόγοις εἴτε καὶ ἐν ἔργοις ἆρʼ οὐκ αὖ λέξομεν ὡς ὄντως γιγνόμενον, ἐν ᾧ καὶ διαφέρουσι μάλιστα ἡμῶν οἵ τε κακοὶ καὶ ἀγαθοί;
ΝΕ. ΣΩ. φαίνεται.
ΞΕ. διττὰς ἄρα ταύτας οὐσίας καὶ κρίσεις τοῦ μεγάλου καὶ τοῦ σμικροῦ θετέον, ἀλλʼ οὐχ ὡς ἔφαμεν ἄρτι πρὸς ἄλληλα μόνον δεῖν, ἀλλʼ ὥσπερ νῦν εἴρηται μᾶλλον τὴν μὲν πρὸς ἄλληλα λεκτέον, τὴν δʼ αὖ πρὸς τὸ μέτριον· οὗ δὲ ἕνεκα, μαθεῖν ἆρʼ ἂν βουλοίμεθα;
ΝΕ. ΣΩ. τί μήν;