Sophist
Plato (428–347 BC)
Plato's Sophist in the Greek text edited by John Burnet, with Harold North Fowler's English translation.
Section 216
Section 217
Section 218
Section 219
Section 220
Section 221
Section 222
Section 223
Section 224
Section 225
Section 226
Section 227
Section 228
Section 229
Section 230
Section 231
Section 232
Section 233
Section 234
Section 235
Section 236
Section 237
Section 238
Section 239
Section 240
Section 241
ΞΕ. καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται τά τε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι.
ΘΕΑΙ. πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο;
ΞΕ. σχεδὸν οὐδαμῶς· ἀλλὰ ταῦτα ὁ σοφιστὴς οὐ φήσει. ἢ τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν προσδιωμολογημένα ᾖ τὰ πρὸ τούτων ὁμολογηθέντα; μανθάνομεν, ὦ Θεαίτητε, ἃ λέγει;
ΘΕΑΙ. πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν ἐν δόξαις τε καὶ κατὰ λόγους; τῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.
ΞΕ. ὀρθῶς ἀπεμνημόνευσας. ἀλλʼ ὅρα δὴ τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι· τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί.
ΘΕΑΙ. καὶ μάλα.
ΞΕ. μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν ὡς ἔπος εἰπεῖν ἀπεράντων.
ΘΕΑΙ. ἀδύνατόν γʼ ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.
ΞΕ. τί οὖν; οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες;
ΘΕΑΙ. οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν οἷοί τʼ ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.
ΞΕ. ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυροῦ λόγου;
ΘΕΑΙ. πῶς γὰρ οὐχ ἕξω;
ΞΕ. τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε.
ΘΕΑΙ. τὸ ποῖον;
ΞΕ. μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.
ΘΕΑΙ. τί δή;
ΞΕ. τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ.
ΘΕΑΙ. φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις.
ΞΕ. πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ; τούτων γὰρ μήτʼ ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων ἢ δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, ἢ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά γʼ ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.
ΘΕΑΙ. ἀληθέστατα.