Letters
Plato (428–347 BC)
Plato's Letters in the Greek text edited by John Burnet, with R. G. Bury's English translation.
Caput I: Letter 1
Section 309
Section 310
Caput II: Letter 2
Section 310
Section 311
Section 312
Section 313
Section 314
Section 315
Caput III: Letter 3
Section 315
Section 316
Section 317
Section 318
Section 319
Caput IV: Letter 4
Section 320
Section 321
Caput V: Letter 5
Section 321
Section 322
Caput VI: Letter 6
Section 322
Section 323
Caput VII: Letter 7
Section 323
Section 324
Section 325
Section 326
Section 327
Section 328
Section 329
Section 330
Section 331
Section 332
Section 333
Section 334
Section 335
Section 336
Section 337
Section 338
Section 339
Section 340
Section 341
Section 342
Section 343
Section 344
Section 345
φιλοτιμίας δὲ αἰσχρᾶς, εἴπερ, ἕνεκα, εἴθʼ ὡς αὑτοῦ τιθέμενος εἴθʼ ὡς παιδείας δὴ μέτοχος ὤν, ἧς οὐκ ἄξιος ἦν ἀγαπῶν δόξαν τὴν τῆς μετοχῆς γενομένης. εἰ μὲν οὖν ἐκ τῆς μιᾶς συνουσίας Διονυσίῳ τοῦτο γέγονεν, τάχʼ ἂν εἴη, γέγονεν δʼ οὖν ὅπως, ἴττω Ζεύς, φησὶν ὁ Θηβαῖος· διεξῆλθον μὲν γὰρ ὡς εἶπόν τε ἐγὼ καὶ ἅπαξ μόνον, ὕστερον δὲ οὐ πώποτε ἔτι. ἐννοεῖν δὴ δεῖ τὸ μετὰ τοῦτο, ὅτῳ μέλει τὸ περὶ αὐτὰ γεγονὸς εὑρεῖν ὅπῃ ποτὲ γέγονεν, τίνι πότʼ αἰτίᾳ τὸ δεύτερον καὶ τὸ τρίτον, πλεονάκις τε οὐ διεξῇμεν· πότερον Διονύσιος ἀκούσας μόνον ἅπαξ, οὕτως εἰδέναι τε οἴεται καὶ ἱκανῶς οἶδεν, εἴτε αὐτὸς εὑρὼν ἢ καὶ μαθὼν ἔμπροσθεν παρʼ ἑτέρων, ἢ φαῦλα εἶναι τὰ λεχθέντα, ἢ τὸ τρίτον οὐ καθʼ αὑτόν, μείζονα δέ, καὶ ὄντως οὐκ ἂν δυνατὸς εἶναι φρονήσεώς τε καὶ ἀρετῆς ζῆν ἐπιμελούμενος. εἰ μὲν γὰρ φαῦλα, πολλοῖς μάρτυσι μαχεῖται τὰ ἐναντία λέγουσιν, οἳ περὶ τῶν τοιούτων πάμπολυ Διονυσίου κυριώτεροι ἂν εἶεν κριταί· εἰ δὲ ηὑρηκέναι ἢ μεμαθηκέναι, ἄξια δʼ οὖν εἶναι πρὸς παιδείαν ψυχῆς ἐλευθέρας, πῶς ἄν, μὴ θαυμαστὸς ὢν ἄνθρωπος, τὸν ἡγεμόνα τούτων καὶ κύριον οὕτως εὐχερῶς ἠτίμασέν ποτʼ ἄν; πῶς δʼ ἠτίμασεν, ἐγὼ φράζοιμʼ ἄν.οὐ πολὺν χρόνον διαλιπὼν τὸ μετὰ τοῦτο, ἐν τῷ πρόσθεν Δίωνα ἐῶν τὰ ἑαυτοῦ κεκτῆσθαι καὶ καρποῦσθαι χρήματα, τότε οὐκέτʼ εἴα τοὺς ἐπιτρόπους αὐτοῦ πέμπειν εἰς Πελοπόννησον, καθάπερ ἐπιλελησμένος τῆς ἐπιστολῆς παντάπασιν· εἶναι γὰρ αὐτὰ οὐ Δίωνος ἀλλὰ τοῦ ὑέος, ὄντος μὲν ἀδελφιδοῦ αὐτοῦ κατὰ νόμους ἐπιτροπεύοντος. τὰ μὲν δὴ πεπραγμένα μέχρι τούτου ταῦτʼ ἦν ἐν τῷ τότε χρόνῳ, τούτων δὲ οὕτω γενομένων, ἑωράκη τε ἐγὼ ἀκριβῶς τὴν ἐπιθυμίαν τὴν Διονυσίου φιλοσοφίας, ἀγανακτεῖν τε ἐξῆν εἴτε βουλοίμην εἴτε μή. ἦν γὰρ θέρος ἤδη τότε καὶ ἔκπλοι τῶν νεῶν· ἐδόκει δὴ χαλεπαίνειν μὲν οὐ δεῖν ἐμὲ Διονυσίῳ μᾶλλον ἢ ἐμαυτῷ τε καὶ τοῖς βιασαμένοις ἐλθεῖν ἐμὲ τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ τὴν Σκύλλαν, ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν, Hom. Od. 12.428 λέγειν δὲ πρὸς Διονύσιον ὅτι μοι μένειν ἀδύνατον εἴη Δίωνος οὕτω προπεπηλακισμένου.