The Mystical Theology

Dionysius the Areopagite

The Mystical Theology

Dionysius the Areopagite

Περὶ μυστικῆς θεολογίας

The Mystical Theology (De mystica theologia) is the shortest and densest treatise of the Corpus Dionysiacum, addressed to Timothy. In five brief chapters it teaches the ascent beyond every affirmation and negation to union with God 'in the divine darkness' of unknowing — the theology of negation that Aquinas cites most among Dionysius's works and that anchors the scholastic doctrine of God's incomprehensibility. Moses' ascent of Sinai and the Apache Bartholomew's 'theology of much and least' frame the movement through causes to the Cause itself, Who is beyond every assertion and every removal. Schola presents the Greek text with the Latin translation of Balthasar Corderius (as printed in Migne PG3, 1857) and the English translation of John Parker (1897).


CAPUT I. Quaenam sit divina caligo.

CAPUT II. Quomodo oporteat etiam uniri, ac laudes referre, omnium auctori, qui est supra omnia.

CAPUT III. Quae sint affirmantes de Deo locutiones, quæ negantes.

Ἐν μὲν οὖν ταῖς θεολογικαῖς ὑποτυπώσεσι τὰ κυριώτατα τῆς καταφατικῆς θεολογίας ὑμνήσαμεν πῶς ἡ θεία καὶ ἀγαθὴ φύσις, ἑνικὴ λέγεται, πῶς τριαδική· τίς ἡ κατ’ αὐτὴν λεγομένη πατρότης τε καὶ υἱότης· τί βούλεται δηλοῦν ἡ τοῦ Πνεύματος θεολογία· πῶς ἐκ τοῦ ἀΰλου καὶ ἀμεροῦς ἀγαθοῦ τὰ ἐγκάρδια τῆς ἀγαθότητος ἐξέφυ φῶτα, καὶ τῆς ἐν αὐτῷ, καὶ ἐν ἑαυτοῖς, καὶ ἐν ἀλλήλοις συναϊδίου τῇ ἀναβλαστήσει μονῆς ἀπομεμένηκεν ἀνεκφοίτητα· πῶς ὁ ὑπερούσιος Ἰησοῦς ἀνθρωποφυϊκαῖς ἀληθείαις οὐσίωται· καὶ ὅσα ἄλλα πρὸς τῶν Λογίων ἐκπεφασμένα κατὰ τὰς θεολογικὰς ὑποτυπώσεις ὑμνεῖται. Ἐν δὲ τῷ Περὶ θείων ὀνομάτων, πῶς ἀγαθὸς ὀνομάζεται, πῶς ὢν, πῶς ζωὴ καὶ σοφία, καὶ δύναμις, καὶ ὅσα ἄλλα τῆς νοητῆς ἐστι θεωνυμίας· ἐν δὲ τῇ Συμβολικῇ θεολογίᾳ, τίνες αἱ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ θεῖα μετωνυμίαι· τίνες αἱ θεῖαι μορφαὶ, τίνα τὰ θεῖα σχήματα, καὶ μέρη, καὶ ὄργανα, τίνες οἱ θεῖοι τόποι, καὶ κόσμοι, τίνες οἱ θυμοὶ, τίνες αἱ λῦπαι, καὶ αἱ μήνιδες, τίνες αἱ μέθαι, καὶ αἱ κραιπάλαι, τίνες οἱ ὅρκοι, καὶ τίνες αἱ ἀραὶ, τίνες οἱ ὕπνοι, καὶ τίνες αἱ ἐγρηγόρσεις, καὶ ὅσαι ἄλλαι τῆς συμβολικῆς εἰσι θεοτυπίας ἱερόπλαστοι μορφώσεις. Καί σε οἶμαι συνεωρακέναι, πῶς πολυλογώτερα μᾶλλόν ἐστι τὰ ἔσχατα τῶν πρώτων· καὶ γὰρ ἐχρῆν τὰς θεολογικὰς ὑποτυπώσεις, καὶ τὴν τῶν θείων ὀνομάτων ἀνάπτυξιν βραχυλογωτέραν εἶναι τῆς Συμβολικῆς θεολογίας. Ἐπείπερ ὅσῳ πρὸς τὸ ἄναντες ἀνανεύομεν, τοσοῦτον οἱ λόγοι ταῖς συνόψεσι τῶν νοητῶν περιστέλλονται· καθάπερ καὶ νῦν εἰς τὸν ὑπὲρ νοῦν εἰσδύνοντες γνόφον, οὐ βραχυλογίαν, ἀλλ’ ἀλογίαν παντελῆ καὶ ἀνοησίαν εὑρήσομεν. Κἀκεῖ μὲν ἀπὸ τοῦ ἄνω πρὸς τὰ ἔσχατα κατιὼν ὁ λόγος, κατὰ τὸ ποσὸν τῆς καθόδου, πρὸς ἀνάλογον πλῆθος ηὐρύνετο· νῦν δὲ, ἀπὸ τῶν κάτω πρὸς τὸ ὑπερκείμενον ἀνιὼν, κατὰ τὸ μέτρον τῆς ἀνόδου συστέλλεται, καὶ μετὰ πᾶσαν ἄνοδον ὅλος ἄφωνος ἔσται, καὶ ὅλος ἑνωθήσεται τῷ ἀφθέγκτῳ. Διὰ τί δὲ ὅλως, φῄς, ἀπὸ τοῦ πρωτίστου θέμενοι τὰς θείας θέσεις, ἀπὸ τῶν ἐσχάτων ἀρχόμεθα τῆς θείας ἀφαιρέσεως; Ὅτι, τὸ ὑπὲρ πᾶσαν τιθέντας θέσιν ἀπὸ τοῦ μᾶλλον αὐτῷ συγγενεστέρου, τὴν ὑποθετικὴν κατάφασιν ἐχρῆν τιθέναι· τὸ δὲ ὑπὲρ πᾶσαν ἀφαίρεσιν ἀφαιροῦντας, ἀπὸ τῶν μᾶλλον αὐτοῦ διεστηκότων ἀφαιρεῖν. Ἢ οὐχὶ μᾶλλόν ἐστι ζωὴ καὶ ἀγαθότης ἢ ἀὴρ καὶ λίθος; καὶ μᾶλλον οὐ κραιπαλᾷ, καὶ οὐ μηνιᾷ, ἢ οὐ λέγεται οὐδὲ νοεῖται;

CAPUT IV. Quod nihil rerum sensibilium sit is, qui omnis rei sensilis secundum excellentiam est auctor.

CAPUT V. Quod nihil rerum intellectilium sit is qui omnis rei intellectilis secundum excellentiam est auctor.

↑ Top of work